Add parallel Print Page Options

[a]Συμεὼν Πέτρος δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ τοῖς ἰσότιμον ἡμῖν λαχοῦσιν πίστιν ἐν δικαιοσύνῃ τοῦ θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ θεοῦ καὶ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.

Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς [b]ἰδίᾳ δόξῃ καὶ ἀρετῇ, δι’ ὧν τὰ [c]τίμια καὶ μέγιστα ἡμῖν ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως, ἀποφυγόντες τῆς ἐν [d]τῷ κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς.

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Β΄ 1:1 Συμεὼν Treg NIV RP] Σιμων WH
  2. ΠΕΤΡΟΥ Β΄ 1:3 ἰδίᾳ δόξῃ καὶ ἀρετῇ Treg NIV] διὰ δόξης καὶ ἀρετῆς WH RP
  3. ΠΕΤΡΟΥ Β΄ 1:4 τίμια καὶ μέγιστα ἡμῖν WH NIV] μέγιστα καὶ τίμια ἡμῖν Treg; τίμια ἡμῖν καὶ μέγιστα RP
  4. ΠΕΤΡΟΥ Β΄ 1:4 τῷ WH Treg NIV] – RP